Wednesday, July 16, 2014

38ΧΡΟΝΟΣ ΠΡΩΗΝ ΤΡΑΓΟΥΔΙΣΤΗΣ & ΣΤΙΧΟΥΡΓΟΣ ROCK ΣΥΓΚΡΟΤΗΜΑΤΟΣ ΓΡΑΦΕΙ ΜΕΓΑΛΥΝΑΡΙΑ ΓΙΑ ΤΟΥΣ ΑΓΙΟΥΣ ΝΕΟΜΑΡΤΥΡΕΣ ΤΗΣ ΚΡΗΤΗΣ, ΤΟΝ ΑΓΙΟ ΙΩΑΝΝΗ ΜΑΞΙΜΟΒΙΤΣ & ΑΛΛΟΥΣ ΑΓΙΟΥΣ!

Προηγούμενα Απολυτίκια & Μεγαλυνάρια του Ιωάννη Τσιλιμιγκάκη
Chaluntorn Preeyasombat
HEART MUSIC HEART
Ο Ιωάννης Τσιλιμιγκάκης πρώην τραγουδιστής & στιχουργός
Rock συγκροτήματος γράφει Μεγαλυνάρια για τους Αγίους Νεομάρτυρες της Κρήτης,
για τον Άγιο Ιωάννη Μαξίμοβιτς, την Αγία Μαρία Σκομπτσόβα  &  άλλους Αγίους
Πυρκαγιές
Κύριε τῶν ζώντων καὶ τῶν νεκρῶν, πάντων τῶν ἁγίων, τῶν καέντων ὑπ’ ἀσεβῶν, ταῖς σοὶ εὐπροσδέκτοις, πρεσβείαις διαπύροις, τὴν γῆν σου ἐκ τῆς λύμης, πυρὸς διάσωσον.
γιοι πρεσβεύσατε ἐκτενῶς, οἱ πυρὶ βληθέντες, καὶ ἀπάραντες πρὸς Χριστόν, ὑπὲρ οἰκουμένης, δεινῶς μαστιζομένης, πυρὶ τῷ ἀναφθέντι, ἐχθρῷ ἀλάστορι.
Σῶσον ἐκ τῆς μάστιγος τοῦ πυρός, γῆν τὴν ἑλληνίδα, ὁ δροσίσας ἐν τῷ πυρί, τῆς ἐν Βαβυλῶνι, καμίνου θεῖε Λόγε, τῶν παίδων τὴν τριάδα, ὡς Παντοδύναμος.
Φύλαττε τὰ δάση καὶ τοὺς βουνούς, τὰς καλλιεργείας, καὶ οἰκίας πάντων ἡμῶν, ἀπὸ ὀλεθρίου, πυρὸς καὶ διατήρει, ἵνα σε προσκυνῶμεν, Θεὲ καὶ Κύριε.
Τὴν ἐξ ἀμετρήτων ἁμαρτιῶν, γένους τοῦ βροτείου, γῆν πυρέσσουσαν Ἰησοῦ, ἴδε μετ’ εὐνοίας, καὶ πᾶσαν οἰκουμένην, πυρὶ τὴν κεκαυμένην, Σῶτερ καινούργησον.
Πάντας τοὺς θανόντας ἐν τῷ πυρί, ἐμπρησμῶν δολίων, πολυεύσπλαγχνε Ἰησοῦ, μὴ καταδικάσῃς, εἰς πῦρ τὸ αἰωνίζον, ἀλλὰ αὐτοῖς παράσχου, ζωὴν τὴν ἄληκτον.
Cathedral Cove, New Zealand
Ἅγιος μεγαλομάρτυς Νικήτας ὁ Γότθος (15/9, +372)
Νίκην καθ’ ἡμέραν κατὰ παθῶν, δίδου μοι Νικήτα, τοῦ ἀθλεῖν με κατὰ Χριστόν, καὶ ἐχθρὸν τροποῦσθαι, βροτῶν τῆς σωτηρίας, ὡς ἂν κἀγὼ κερδήσω, ζωὴν αἰώνιον.
Μείνας ἐν οἷς ἔμαθες ἐκ παιδός, ἤθλησας Νικήτα, ὁλοθύμως ὑπὲρ Χριστοῦ, οὗ χερσὶν ἁγίαις, ἀνδρεῖε ἀθλοφόρε, τοῦ μάρτυρος ἐδέξω, τὸν θεῖον στέφανον.
14-1
Μανουήλ τῆς Μυκόνου, νεομάρτυς στή Χίο, ἀπό Σφακιά Κρήτης [ζοῦσε παντρεμένος στή Μύκονο] (15/3, +1792)
ρη νῦν σκιρτήσατε τὰ Λευκά, ἐπὶ τῇ ἀθλήσει, τοῦ θεόφρονος Μανουήλ, ὅτι μαρτυρίου, τοῖς ῥείθροις ἐλευκάνθη, καὶ στέφος θείας δόξης, Χριστῷ ἐδέξατο.
Χαίροις παναοίδιμε Μανουήλ, κλέος τὸ τῆς Κρήτης, ὁ ἐν Χίῳ τελειωθείς· χαίροις τῶν Σφακίων, ὁ γόνος ὁἀνδρεῖος, καὶ τῶν χριστομαρτύρων, τὸ νέον καύχημα.
Μύκονος ἡ νῆσος λαμπροφορεῖ, ὁμοῦ σὺν τῇ Χίῳ, οὗ θειότατε Μανουήλ, ἤθλησας γενναίως, ἐνώπιον ἀθέων, τὴν ἄρνησιν ἐκπλύνας, Χριστοῦ δι’ αἵματος.
Αἰχμαλωτισθεὶς ὑπ’ Ἀγαρηνῶν, Μανουὴλ τὸ πάλαι, ἀπηρνήσω τὸν σὸν Θεόν, ἀλλ’ ἐν παῤῥησίᾳ, αὐτὸν ὁμολογήσας, τὸ στέφος μαρτυρίου, ἀξίως ἔλαβες.
14-12
Ἅγιος Ἰωάννης ὁ Κρητικός, νεομάρτυς στήν Νέα Ἐφέσο (=Κουσάντασι) Μ. Ἀσίας, ἀπό Σφακιά Κρήτης (15/9, +1811)
Θεῖε Ἰωάννη μαρτυρικῶς, ἐν Ἐφέσῳ Νέᾳ, ἐναθλήσας διὰ Χριστόν, πρότυπον ἐδείχθης, καλῆς ὁμολογίας, καὶ δόξης τῶν μαρτύρων, ὤφθης συμμέτοχος.
Τύπος νεολαίας τῆς τοῦ Χριστοῦ, δέδειξαι παμμάκαρ, δι’ ἀθλήσεως ἀνδρικῆς, καὶ ὁμολογίας, εἰς πίστιν ὀρθοδόξων, Σφακίων Ἰωάννη, φύλαξ ἀκοίμητε.
Οὐ κατεπτοήθης τὰς ἀπειλάς, καὶ τὰς κολακείας, τῶν ἀθέσμων Ἀγαρηνῶν· ὅθεν Ἰωάννη, ἐτήρησας τὴν πίστιν, θανεῖν ὑπὲρ Κυρίου, μᾶλλον ἑλόμενος.
1779838_594338930653210_33408052_n (1)
Ἅγιος Μανουήλ τῆς Μυκόνου, νεομάρτυς στή Χίο, ἀπό Σφακιά Κρήτης [ζοῦσε παντρεμένος στή Μύκονο] (15/3, +1792)
& Ἅγιος Ἰωάννης ὁ Κρητικός, νεομάρτυς στήν Νέα Ἐφέσο (=Κουσάντασι) Μ. Ἀσίας, ἀπό Σφακιά Κρήτης (15/9, +1811)
Χαίροις ὦ Σφακίων δυὰς κλεινή, τῶν νεομαρτύρων, ἀξιάγαστε Μανουήλ, σὺν τῷ Ἰωάννῃ, πρεσβεύοντες Κυρίῳ, ὑπὲρ τῆς νήσου Κρήτης, καὶ κόσμου ἅπαντος.
ChugachMountains
Ἅγιος Ἰούδας ὁ Ἀδελφόθεος, ὁ Ἀπόστολος, ἀπ’ τούς 12 Ἀποστόλους τοῦ Χριστοῦ, ἔγραψε τήν Καθολική Ἐπιστολή τοῦ Ἰούδα τῆς Κ. Διαθήκης, Ἀπόστολος στήν Ἰρλανδία, Μεσοποταμία καί Ἀρμενία, ἱερομάρτυς στήν περιοχή τοῦ ὄρους Ἀραράτ στή Shavarshavan τῆς ἐπαρχίας Artaz τοῦ σημερινοῦ Βορείου Ἰράν (19/6 μνήμη, 21/8 καί 9/10, +80) [σύναξι 30/6]
Πνεύματι Ἁγίῳ χαριτωθείς, καὶ ψευδαποστόλοις, εὐθαρσῶς ἐναντιωθείς, τὰς πεπλανημένας, αὐτῶν διδασκαλίας, ἀπήλεγξας Ἰούδα, Θεοῦ τῇ χάριτι.
Στῦλον εὐφημήσωμεν τῶν πιστῶν, καὶ τὸν καθαιρέτην, ἀσεβῶν διδασκαλιῶν, τὸν τῆς ἀληθείας, καὶ τῆς δικαιοσύνης, ἐκφάντορα καὶ μύστην, Ἰούδαν ἅγιον.
Τῶν ὑπερηφάνων αἱρετικῶν, καθεῖλες τὴν πλάνην, διὰ λόγων πνευματικῶν, καὶ τῶν λατρευόντων, Χριστὸν ἐν ἀληθείᾳ, ἀνέπαυσας τὰ σπλάγχνα, Ἰούδα πάνσοφε.
10342889_246151668917656_4193803757496887724_n
Ἀναστάσιος νεομάρτυς στό Ναύπλιο (1/2, +1650)
Μάκαρ Ἀναστάσιε σαῖς λιταῖς, ἐξανάστησόν με, ἐκ τοῦ μνήματος τῶν παθῶν, ὅπως ἐν καρδίᾳ, δοξάζω καιομένῃ, Χριστὸν τὸν ἐκ τοῦ ᾍδου, Ἀδὰμ ἐγείραντα.
Πλάνην ἀποπτύσας τὴν μυσαράν, καὶ ὁμολογήσας, ὡς Θεόν σου τὸν Ἰησοῦν, χάριτι προῆλθες, τυθῆναι τὴν ψυχήν σου, ζωὴν δὲ ἐκληρώσω, μελῶν τμηθέντων σου.
Μάκαρ Ἀναστάσιε Ναυπλιεῦ, μεληδὸν ἐτμήθης, διὰ πίστιν τὴν εἰς Χριστόν, ὅνπερ ἀπηρνήσω, νοῒ σεσαλευμένῳ, ἀλλ’ αὖθις παῤῥησίᾳ, Θεὸν ἐκήρυξας.
Θεῖε Ἀναστάσιε ἐν τῇ σῇ, βαθείᾳ καρδίᾳ, ἐζωγράφησας τὸν Χριστόν, οὗ τῇ ἐνισχύσει, ὑπήνεγκας τοὺς πόνους, τοῦ θείου μαρτυρίου, καὶ δόξης ἔτυχες.
2014 - 1
Ἅγιος Ἰωάννης Μαξίμοβιτς ὁ θαυματουργός, Ἐπίσκοπος Σαγγάης καί ὅλης τῆς Κίνας, ἔπειτα Ἐπίσκοπος Παρισίου, Βρυξελλῶν καί Δυτ. Εὐρώπης, τέλος Ἐπίσκοπος San Francisco τῆς California τῶν ΗΠΑ καί ὅλων τῶν Δυτικῶν ΗΠΑ, διά Χριστόν σαλός καί Ἰσαπόστολος Ἀνατολικῆς Ἀσίας, Εὐρώπης, Βορείου Ἀφρικῆς καί Ἀμερικῆς (Ἰσαπόστολος Σερβίας, Σκοπίων, Κίνας, Hong Kong, Φιλιππίνων, Τυνησίας, Γαλλίας, Βελγίου, Ὁλλανδίας, Ἱσπανίας, Ἰταλίας καί ὅλης τῆς Εὐρώπης, Τυνησίας, Βενεζουέλας, ΗΠΑ κλπ.), κοιμήθηκε στό Seattle τῆς Washington ΗΠΑ, ἀπό Ἀδάμοβκα τοῦ Kharkiv (=Χάρκωφ) Οὐκρανίας, συντάκτης Ἁγιολογίου-Συναξαριστῆ τῶν Ὀρθοδόξων Ἁγίων τῆς Δυτικῆς Εὑρώπης (19/6 καί 2/7, +1966) [ἀνακήρυξι ἁγιότητος 1994]
Νέον ἥλιον τῇ οἰκουμένῃ, σὲ ἀνέδειξε Χριστοῦ ἡ χάρις, Ἰωάννη ἱεράρχα παγκόσμιε· σὺν γὰρ Εὐρώπῃ Ἀσίαν ἐφαίδρυνας, Νέον δὲ Κόσμον εἰς πίστιν ἐστήριξας· ὅθεν ἅπαντες προσπίπτομεν τῷ λειψάνῳ σου, αἰτοῦντες τὰς πρὸς Κύριον πρεσβείας σου.
ωάννην τὸν θεῖον ἐγκωμιάσωμεν, τῆς οἰκουμένης τὸν φάρον, ἱεραρχῶν στολισμόν, θαυμασίων δὲ ταμεῖον τὸ ἀκένωτον, καὶ ἀγαλλίαμα τερπνόν, διὰ Κύριον σαλῶν, καὶ δόξαν τῶν ὀρθοδόξων, τὸν θεόθεν μαρτυρηθέντα, δι’ ἀφθαρσίας τοῦ λειψάνου αὐτοῦ.
Bent Velling
Αγία Μαρία Σκόμπτσοβα (Maria Skobtsova), μοναχή ἱεραπόστολος Γαλλίας, διά Χριστόν σαλή, ποιήτρια καί ζωγράφος, ἱδρύτρια “Μονῆς” (Ἱ. Ναοῦ καί ἱδρύματος) στό Παρίσι Γαλλίας καί ὁσιομάρτυς σέ στρατόπεδο συγκεντρώσως τῶν Nazi στό Ράβενσμπρουκ Γερμανίας, πρώην ἄθεη ἀπό Ρίγα Λεττονίας [μαρτύρησε σέ θάλαμο ἀερίων παίρνοντας ἐκούσια τή θέσι μητέρας μέ παιδιά] (31 Μαρτίου, +1945) [σύναξι 20 Ἰουλίου]
Χαίροις Παρισίων τὸ ἱερόν, κλέος καὶ προστάτις, ἀσθενούντων καὶ ὀρφανῶν, δόξα τῶν μαρτύρων, καρδία καιομένη, ὑπὲρ τῶν ὀρθοδόξων, καὶ κόσμου ἅπαντος.
Θύσασα ψυχήν σου ὑπὲρ μητρός, καταδικασθείσης, τῆς ἀγάπης ὑπογραμμός, ὄντως ἀνεδείχθης, Μαρία ἀθληφόρε, καὶ ἄνω Βασιλείαν, Χριστοῦ ἐκέρδησας.
Ὢ τῆς θαυμαστῆς σου μεταστροφῆς, ἐκ τῆς ἀπιστίας, καὶ τῆς θείας σου βιοτῆς, καὶ τοῦ μαρτυρίου, δι’ οὗπερ ἐκληρώσω, ζωὴν τὴν μακαρίαν, Μαρία πάνσεμνε.
Τὴν ὁσιομάρτυρα καὶ σαλήν, ποιητῶν τὸ κάλλος, καὶ καρδίαν αἰσθητικήν, τύπον ἀσκουμένων, μητέρα Παρισίων, καὶ δόξαν Λεττονίας, δεῦτε τιμήσωμεν.

Ἰωάννης Τσιλιμιγκάκης
Cliffs of Etretat by Jarrod Castaing
PAINTING LEAVES

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...